Contatore siti

2001 I anno

  I pensieri del mattino   ῎Ορθρου, ὅταν δυσόκνως ἐξεγείρῃ, πρόχειρον ἔστω ὅτι ἐπὶ ἀνθρώπου ἔργον ἐγείρομαι· ἔτι οὖν δυσκολαίνω,...

 
I pensieri del mattino
 
῎Ορθρου, ὅταν δυσόκνως ἐξεγείρῃ, πρόχειρον ἔστω ὅτι ἐπὶ ἀνθρώπου ἔργον ἐγείρομαι· ἔτι οὖν δυσκολαίνω, εἰ πορεύομαι ἐπὶ τὸ ποιεῖν ὧν ἕνεκεν γέγονα καὶ ὧν χάριν προῆγμαι εἰς τὸν κόσμον; ἢ ἐπὶ τοῦτο κατεσκεύασμαι, ἵνα κατακείμενος ἐν στρωματίοις ἐμαυτὸν θάλπω; “ἀλλὰ τοῦτο ἥδιον.” πρὸς τὸ ἥδεσθαι οὖν γέγονας, ὅλως δὲ πρὸς πεῖσιν, οὐ πρὸς ἐνέργειαν; οὐ βλέπεις τὰ ϕυτάρια, τὰ στρουθάρια, τοὺς μύρμηκας, τοὺς ἀράχνας, τὰς μελίσσας τὸ ἴδιον ποιούσας, τὸ καθ’ αὑτὰς συγκοσμούσας κόσμον; ἔπειτα σὺ οὐ θέλεις τὰ ἀνθρωπικὰ ποιεῖν· οὐ τρέχεις ἐπὶ τὸ κατὰ τὴν σὴν ϕύσιν· “ἀλλὰ δεῖ καὶ ἀναπαύεσθαι.” δεῖ· ϕημὶ κἀγώ· ἔδωκε μέντοι καὶ τούτου μέτρα ἡ ϕύσις, ἔδωκε μέντοι καὶ τοῦ ἐσθίειν καὶ πίνειν, καὶ ὅμως σὺ ὑπὲρ τὰ μέτρα, ὑπὲρ τὰ ἀρκοῦντα προχωρεῖς, ἐν δὲ ταῖς πράξεσιν οὐκ ἔτι, ἀλλ’ ἐντὸς τοῦ δυνατοῦ. οὐ γὰρ ϕιλεῖς ἑαυτόν, ἐπεί τοι καὶ τὴν ϕύσιν ἄν σου καὶ τὸ βούλημα ταύτης ἐϕίλεις. ἄλλοι δὲ τὰς τέχνας ἑαυτῶν ϕιλοῦντες συγκατατήκονται τοῖς κατ’ αὐτὰς ἔργοις ἄλουτοι καὶ ἄσιτοι· σὺ τὴν ϕύσιν τὴν σαυτοῦ ἔλασσον τιμᾷς ἢ ὁ τορευτὴς τὴν τορευτικὴν ἢ ὁ ὀρχηστὴς τὴν ὀρχηστικὴν ἢ ὁ ϕιλάργυρος τὸ ἀργύριον ἢ ὁ κενόδοξος τὸ δοξάριον. καὶ οὗτοι, ὅταν προσπαθῶσιν, οὔτε ϕαγεῖν οὔτε κοιμηθῆναι θέλουσι μᾶλλον ἢ ταῦτα συναύξειν, πρὸς ἃ διαϕέρονται· σοὶ δὲ αἱ κοινωνικαὶ πράξεις εὐτελέστεραι ϕαίνονται καὶ ἥσσονος σπουδῆς ἄξιαι.
 
Marcus Aurelius Antoninus, Τὰ εἰς ἑαυτὸν 5.1.1.8

2001 I anno