Contatore siti

2021 IV anno

Discorso dell'imperatore Giuliano al filosofo Temistio Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ...

Discorso dell’imperatore Giuliano al filosofo Temistio

Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ μὴ διαμάρτω, μείζονος οὔσης τῆς ὑποσχέσεως, ἣν ὑπὲρ ἐμοῦ πρός τε τοὺς ἄλλους ἅπαντας καὶ ἔτι μᾶλλον πρὸς ἑαυτὸν ποιῇ· καί μοι πάλαι μὲν οἰομένῳ πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Μάρκον, καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν, μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ’ ὀλίγον ἐφίκωμαι. Εἰς ταῦτα ἀφορῶν ἀνεπειθόμην τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν ἀττικῶν διηγημάτων αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία φέροντες ἐν ταῖς ὁδοῖς ἐπικουφίζουσιν αὑτοῖς τὴν ταλαιπωρίαν. Σὺ δέ μοι νῦν μεῖζον ἐποίησας διὰ τῆς ἔναγχος ἐπιστολῆς τὸ δέος καὶ τὸν ἀγῶνα τῷ παντὶ χαλεπώτερον ἔδειξας, ἐν ταύτῃ παρὰ τοῦ θεοῦ τετάχθαι με τῇ μερίδι λέγων, ἐν ᾗ πρότερον Ἡρακλῆς καὶ Διόνυσος ἐγενέσθην φιλοσοφοῦντες ὁμοῦ καὶ βασιλεύοντες καὶ πᾶσαν σχεδὸν τῆς ἐπιπολαζούσης κακίας ἀνακαθαιρόμενοι γῆν τε καὶ θάλατταν. Κελεύεις δὲ πᾶσαν ἀποσεισάμενον σχολῆς ἔννοιαν καὶ ῥᾳστώνην σκοπεῖν ὅπως τῆς ὑποθέσεως ἀξίως ἀγωνιούμεθα· εἶτα ἐπ’ αὐτοῖς τῶν νομοθετῶν ἁπάντων μέμνησαι, Σόλωνος, Πιττακοῦ, Λυκούργου, καὶ τούτων ἁπάντων μείζονα χρῆναι παρ’ ἡμῶν λέγεις τοὺς ἀνθρώπους ἐν δίκῃ νῦν περιμένειν.

Giuliano

2021 IV anno