Contatore siti

1999 I anno

Etologia marina   ῏Η δεινὸν κακὸν καὶ νόσημα ἄγριον ἔχθρα καὶ μῖσος συμϕυές, εἴπερ οὖν καὶ τοῖς ἀλόγοις ἐντέτηκε καὶ...

Etologia marina

  ῏Η δεινὸν κακὸν καὶ νόσημα ἄγριον ἔχθρα καὶ μῖσος συμϕυές, εἴπερ οὖν καὶ τοῖς ἀλόγοις ἐντέτηκε καὶ αὐτοῖς ἐστι δυσέκνιπτα. μύραινα γοῦν πολύποδα μισεῖ, καὶ πολύπους καράβῳ πολέμιος, καὶ μυραίνῃ κάραβος ἔχθιστός ἐστι. μύραινα μὲν γὰρ ταῖς ἀκμαῖς τῶν ὀδόντων τὰς πλεκτάνας τῷ πολύποδι διακόπτει, εἶτα μέντοι καὶ ἐς τὴν γαστέρα ἐσδῦσα αὐτῷ τὰ αὐτὰ δρᾷ, καὶ εἰκότως·  ἣ μὲν γὰρ νηκτική, ὃ δὲ ἔοικεν ἕρποντι· εἰ δὲ καὶ τρέποιτο τὴν χρόαν κατὰ τὰς πέτρας, ἔοικεν αὐτῷ τὸ σόϕισμα συμϕέρειν οὐδὲ ἓν τοῦτο·  ἔστι γὰρ συνιδεῖν ἐκείνη δεινὴ τοῦ ζῴου τὸ παλάμημα. τούς γε μὴν καράβους αὐτοὶ συλλαβόντες ἐς πνῖγμα, ὅταν νεκροὺς ἐργάσωνται, τὰ κρέα ἐκμυζῶσιν αὐτῶν. κέρατα δὲ τὰ ἑαυτοῦ ὁ κάραβος ἀνεγείρας καὶ θυμωθεὶς ἐς αὐτά, προκαλεῖται μύραιναν. οὐκοῦν ἣ μὲν τοῦ ἀντιπάλου τὰ κέντρα, ὅσα οἱ προβέβληται, ταῦτα οὐκ ἐννοοῦσα καταδάκνει·  ὃ δὲ τὰς χηλὰς οἱονεὶ χεῖρας προτείνας, τῆς δέρης παρ’ ἑκάτερα ἐγκρατῶς ἐχόμενος οὐ μεθίησιν·  ἣ δὲ ἀσχάλλει καὶ ἑαυτὴν ἑλίττει καὶ περιβάλλει τῶν ὀστράκων ταῖς ἀκμαῖς, ὧνπερ οὖν ἐς αὐτὴν πηγνυμένων μαλκίει τε καὶ ἀπαγορεύει, καὶ τελευτῶσα παρειμένη κεῖται·  ὃ δὲ τὴν ἀντίπαλον ποιεῖται δεῖπνον.

Claudius Aelianus, De natura animalium 1.32

1999 I anno