Contatore siti

2000 I anno

Il controverso potere di Pericle ’Επεὶ δὲ Θουκυδίδης ( 2, 65) μὲν ἀριστοκρατικήν τινα τὴν τοῦ Περικλέους ὑπογράϕει πολιτείαν, "λόγῳ...

Il controverso potere di Pericle


’Επεὶ δὲ Θουκυδίδης ( 2, 65) μὲν ἀριστοκρατικήν τινα τὴν τοῦ Περικλέους ὑπογράϕει πολιτείαν, “λόγῳ μὲν οὖσαν δημοκρατίαν, ἔργῳ δ’ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχήν”, ἄλλοι δὲ πολλοὶ πρῶτον ὑπ’ ἐκείνου ϕασὶ τὸν δῆμον ἐπὶ κληρουχίας καὶ θεωρικὰ καὶ μισθῶν διανομὰς προαχθῆναι, κακῶς ἐθισθέντα καὶ γενόμενον πολυτελῆ καὶ ἀκόλαστον ὑπὸ τῶν τότε πολιτευμάτων ἀντὶ σώϕρονος καὶ αὐτουργοῦ, θεωρείσθω διὰ τῶν πραγμάτων αὐτῶν ἡ αἰτία τῆς μεταβολῆς. ἐν ἀρχῇ μὲν γὰρ ὥσπερ εἴρηται πρὸς τὴν Κίμωνος δόξαν ἀντιταττόμενος ὑπεποιεῖτο τὸν δῆμον, ἐλαττούμενος δὲ πλούτῳ καὶ χρήμασιν, ἀϕ’ ὧν ἐκεῖνος ἀνελάμβανε τοὺς πένητας, δεῖπνόν τε καθ’ ἡμέραν τῷ δεομένῳ παρέχων ’Αθηναίων καὶ τοὺς πρεσβυτέρους ἀμϕιεννύων, τῶν τε χωρίων τοὺς ϕραγμοὺς ἀϕαιρῶν ὅπως ὀπωρίζωσιν οἱ βουλόμενοι, τούτοις ὁ Περικλῆς καταδημαγωγούμενος τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύσαντος αὐτῷ <Δάμωνος τοῦ> Δαμωνίδου τοῦ Οἴηθεν, ὡς ’Αριστοτέλης (fr. 365) ἱστόρηκε. καὶ ταχὺ θεωρικοῖς καὶ δικαστικοῖς λήμμασιν ἄλλαις τε μισθοϕοραῖς καὶ χορηγίαις συνδεκάσας τὸ πλῆθος, ἐχρῆτο κατὰ τῆς ἐξ ’Αρείου πάγου βουλῆς, ἧς αὐτὸς οὐ μετεῖχε διὰ τὸ μήτ’ ἄρχων μήτε θεσμοθέτης μήτε βασιλεὺς μήτε πολέμαρχος λαχεῖν.

Plutarchus, Pericles 9.1.1

 

 

 

2000 I anno