Contatore siti

2010 I anno

Fama di Pitagora Πρῶτόν τέ ϕασι τοῦτον ἀποϕῆναι τὴν ψυχὴν κύκλον ἀνάγκης 
ἀμείβουσαν ἄλλοτ’ ἄλλοις ἐνδεῖσθαι ζῴοις· καὶ πρῶτον εἰς...

Fama di Pitagora

Πρῶτόν τέ ϕασι τοῦτον ἀποϕῆναι τὴν ψυχὴν κύκλον ἀνάγκης 
ἀμείβουσαν ἄλλοτ’ ἄλλοις ἐνδεῖσθαι ζῴοις· καὶ πρῶτον εἰς τοὺς 
῞Ελληνας μέτρα καὶ σταθμὰ εἰσηγήσασθαι, καθά ϕησιν ’Αριστόξενος ὁ μουσικός (Wehrli II, fg. 24)· πρῶτόν τε ῞Εσπερον καὶ 
Φωσϕόρον τὸν αὐτὸν εἰπεῖν, ὥς δέ τινές ϕασι Παρμενίδης (DK 28 A 40a).
οὕτω δ’ ἐθαυμάσθη ὥστ’ ἔλεγον τοὺς γνωρίμους αὐτοῦ πάντως 
θεοῦ ϕωνάς, ἀλλὰ καὶ αὐτὸς ἐν τῇ γραϕῇ ϕησι δι’ ἑπτὰ καὶ 
διηκοσίων ἐτέων ἐξ ἀΐδεω παραγεγενῆσθαι ἐς ἀνθρώπους. τοιγὰρ 
καὶ προσεκαρτέρουν αὐτῷ καὶ τῶν λόγων ἕνεκα προσῄεσαν καὶ 
Λευκανοὶ καὶ Πευκέτιοι Μεσσάπιοί τε καὶ ‘Ρωμαῖοι.
Μέχρι δὲ Φιλολάου οὐκ ἦν τι γνῶναι Πυθαγόρειον δόγμα· 
οὗτος δὲ μόνος ἐξήνεγκε τὰ διαβόητα τρία βιβλία, ἃ Πλάτων 
ἐπέστειλεν ἑκατὸν μνῶν ὠνηθῆναι. τῶν θ’ ἑξακοσίων οὐκ ἐλάττους ἐπὶ τὴν νυκτερινὴν ἀκρόασιν ἀπήντων αὐτοῦ· καὶ εἴ τινες 
ἀξιωθεῖεν αὐτὸν θεάσασθαι, ἔγραϕον πρὸς τοὺς οἰκείους ὡς 
μεγάλου τινὸς τετυχηκότες. Μεταποντῖνοί γε μὴν τὴν μὲν οἰκίαν 
αὐτοῦ Δήμητρος ἱερὸν ἐκάλουν, τὸν στενωπὸν δὲ μουσεῖον, ὥς 
ϕησι Φαβωρῖνος ἐν Παντοδαπαῖς ἱστορίαις (FHG III, 580)· ἔλεγόν 
τε καὶ οἱ ἄλλοι Πυθαγόρειοι μὴ εἶναι πρὸς πάντας πάντα ῥητά, 
ὥς ϕησιν ’Αριστόξενος ἐν δεκάτῳ Παιδευτικῶν νόμων (Wehrli II, 
fg. 43)· ἔνθα καὶ Ξενόϕιλον τὸν Πυθαγορικόν, ἐρωτηθέντα πῶς ἂν 
μάλιστα τὸν υἱὸν παιδεύσειεν, εἰπεῖν, εἰ πόλεως εὐνομουμένης 
γενηθείη.
ἄλλους τε πολλοὺς κατὰ τὴν ’Ιταλίαν ἀπεργάσασθαι 
καλούς τε καὶ ἀγαθοὺς ἄνδρας, ἀτὰρ καὶ Ζάλευκον καὶ Χαρώνδαν 
τοὺς νομοθέτας· ἱκανός τε γὰρ ἦν ϕιλίας ἐργάτης τά τ’ ἄλλα καὶ εἴ 
τινα πύθοιτο τῶν συμβόλων αὐτοῦ κεκοινωνηκότα, εὐθύς τε 
προσηταιρίζετο καὶ ϕίλον κατεσκεύαζεν.

 

2010 I anno