Contatore siti

Plutarco, Vita di Licurgo 20.1-5

        20, 1. τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί. Λεωνίδας...

 

 

 

 

20, 1. τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί. Λεωνίδας ὁ βασιλεὺς, ἀκαίρως τινὸς περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος· «ὦ ξένε» εἶπεν «οὐκ ἐν δέοντι χρέῃ τῷ δέοντι». 2. Χαρίλαος δ’ ὁ ἀδελφιδοῦς τοῦ Λυκούργου περὶ τῆς ὀλιγότητος αὐτοῦ τῶν νόμων ἐρωτηθείς, εἶπεν ὡς οἱ λόγοις μὴ χρώμενοι πολλοῖς οὐδὲ νόμων δέονται πολλῶν. 3. Ἀρχιδαμίδας δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν· «ὁ εἰδὼς» ἔφη «λόγον καὶ καιρὸν οἶδεν». 4. ἃ δὲ τῶν πικρῶν ἔφην ἀπομνημονευμάτων οὐκ ἀμοιρεῖν χάριτος, τοιαῦτ’ ἐστί. 5. Δημάρατος, ἀνθρώπου πονηροῦ κόπτοντος αὐτὸν ἀκαίροις ἐρωτήμασι, καὶ δὴ καὶ τοῦτο πολλάκις ἐρωτῶντος, τίς ἄριστος Σπαρτιατῶν, ἔφη «ὁ τὶν ἀνομοιότατος».

 

Oplita spartano dalla collezione Vinkhuijzen di illustrazioni di costumi militari

 

Plutarco, Vita di Licurgo 20.1-5