Contatore siti

Plutarco, Vita di Licurgo, 3.1-3

  3, 1. ἀποθανόντος δὲ καὶ τούτου μετ’ ὀλίγον χρόνον, ἔδει βασιλεύειν, ὡς πάντες ᾤοντο, τὸν Λυκοῦργον· καὶ πρίν γε...

 

3, 1. ἀποθανόντος δὲ καὶ τούτου μετ’ ὀλίγον χρόνον, ἔδει βασιλεύειν, ὡς πάντες ᾤοντο, τὸν Λυκοῦργον· καὶ πρίν γε τὴν γυναῖκα τοῦ ἀδελφοῦ φανερὰν γενέσθαι κύουσαν ἐβασίλευεν. 2. ἐπεὶ δὲ τοῦτο τάχιστ’ ᾔσθετο, τὴν μὲν βασιλείαν ἀπέφηνε τοῦ παιδὸς οὖσαν, ἄνπερ ἄρρην γένηται, τὴν δ’ ἀρχὴν αὐτὸς ὡς ἐπίτροπος διεῖπε· τοὺς δὲ τῶν ὀρφανῶν βασιλέων ἐπιτρόπους Λακεδαιμόνιοι προδίκους ὠνόμαζον. 3. ὡς δ’ ἡ γυνὴ προσέπεμπε κρύφα καὶ λόγους ἐποιεῖτο, βουλομένη διαφθεῖραι τὸ βρέφος ἐπὶ τῷ συνοικεῖν ἐκείνῳ βασιλεύοντι τῆς Σπάρτης, τὸ μὲν ἦθος αὐτῆς ἐμίσησε, πρὸς δὲ τὸν λόγον αὐτὸν οὐκ ἀντεῖπεν, ἀλλ᾽ ἐπαινεῖν καὶ δέχεσθαι προσποιούμενος, οὐκ ἔφη δεῖν ἀμβλίσκουσαν αὐτὴν καὶ φαρμακευομένην διαλυμαίνεσθαι τὸ σῶμα καὶ κινδυνεύειν· αὐτῷ γὰρ μελήσειν ὅπως εὐθὺς ἐκποδὼν ἔσται το γεννηθέν.

 

Licurgo di Sparta
Merry-Joseph Blondel (1828)

 

Plutarco, Vita di Licurgo, 3.1-3