Contatore siti

Plutarco, Vita di Licurgo, 3.4-6

      3, 4. οὕτω δὲ παραγαγὼν ἄχρι τοῦ τόκου τὴν ἄνθρωπον, ὡς ᾔσθετο τίκτουσαν, εἰσέπεμψε παρέδρους ταῖς ὠδῖσιν...

 

 

 

3, 4. οὕτω δὲ παραγαγὼν ἄχρι τοῦ τόκου τὴν ἄνθρωπον, ὡς ᾔσθετο τίκτουσαν, εἰσέπεμψε παρέδρους ταῖς ὠδῖσιν αὐτῆς καὶ φύλακας, οἷς ἦν προστεταγμένον, ἐὰν μὲν θῆλυ τεχθῇ, παραδοῦναι ταῖς γυναιξίν, ἐὰν δ’ ἄρρεν, κομίσαι πρὸς ἑαυτὸν, ὅ τι ἂν τύχῃ πράττων. 5. ἔτυχε δὲ δειπνοῦντος αὐτοῦ μετὰ τῶν ἀρχόντων ἀποκυηθὲν ἄρρεν· καὶ παρῆσαν οἱ ὑπηρέται τὸ παιδάριον αὐτῷ κομίζοντες. 6. ὁ δὲ δεξάμενος, ὡς λέγεται, καὶ πρὸς τοὺς παρόντας εἰπών· «βασιλεὺς ὑμῖν γέγονεν, ὦ Σπαρτιᾶται», κατέκλινεν ἐν τῇ βασιλικῇ χώρᾳ, καὶ Χαρίλαον ὠνόμασε διὰ τὸ πάντας εἶναι περιχαρεῖς, ἀγαμένους αὐτοῦ το φρόνημα καὶ τὴν δικαιοσύνην. ἐβασίλευσε δὲ μῆνας ὀκτὼ τὸ σύμπαν.

 

“Statua del filosofo
” (280 B.C.)
Museo archeologico di Delfi

 

Plutarco, Vita di Licurgo, 3.4-6