Contatore siti

Sofocle, Edipo a Colono 632-646

ΘΗ. τίς δῆτ’ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι τοιοῦδ’, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία; ἔπειτα...

ΘΗ. τίς δῆτ’ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
τοιοῦδ’, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος
κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία;
ἔπειτα δ’ ἱκέτης δαιμόνων ἀφιγμένος
γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.              635
ἁγὼ σεβισθεὶς οὔποτ’ ἐκβαλῶ χάριν
τὴν τοῦδε, χώρᾳ δ’ ἔμπολιν κατοικιῶ.
εἰ δ’ ἐνθάδ’ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
τάξω φυλάσσειν· εἰ δ’ ἐμοῦ στείχειν μέτα,
τόδ’ ἡδὺ – τούτων, Οἰδίπου, δίδωμί σοι                 640
κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.
ΟΙ. ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
ΘΗ. τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;
ΟΙ. εἴ μοι θέμις γ’ ἦν· ἀλλ’ ὁ χῶρός ἐσθ’ ὅδε…
ΘΗ. ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι·         645
ΟΙ. ἐν ᾧ κρατήσω τῶν ἔμ’ ἐκβεβληκότων…

 

Edipo a Colono
Fulchran-Jean Harriet, 1798

 

 

 

Sofocle, Edipo a Colono 632-646