Contatore siti

2022 I anno

Discorso di Cesare ai soldati prima della battaglia di Farsalo   Τὰ μὲν δυσχερέστερα ἤδη νενικήκαμεν, ὦ φίλοι· ἀντὶ γὰρ...

Discorso di Cesare ai soldati prima della battaglia di Farsalo

 

Τὰ μὲν δυσχερέστερα ἤδη νενικήκαμεν, ὦ φίλοι· ἀντὶ γὰρ λιμοῦ καὶ ἀπορίας ἀνδράσι μαχούμεθα· ἥδε δὲ ἡ ἡμέρα κρινεῖ πάντα. Μέμνησθέ μοι τῆς περὶ τὸ Δυρράχιον ἐπαγγελίας καὶ ὧν ἐφορῶντος ἐμοῦ συνώμνυσθε ἀλλήλοις, μὴ νικῶντες οὐδ’ ἐπανήξειν. Οἵδε εἰσίν, ὦ ἄνδρες, ἐφ’ οὓς ἐξ Ἡρακλείων στηλῶν ἤλθομεν· οἵδε οἱ περιφυγόντες ἡμᾶς ἐξ Ἰταλίας, οἳ τοὺς δέκα ἔτεσιν ἀθλοῦντας ἡμᾶς καὶ πολέμους τοσούσδε καὶ νίκας δυσαριθμήτους ἀνύσαντας καὶ Ἰβήρων καὶ Κελτῶν καὶ Βρεττανῶν ἔθνη τετρακόσια περιποιήσαντας τῇ πατρίδι διέλυον ἀγεράστους ἄνευ θριάμβου τε καὶ δωρεᾶς, καὶ οὐδ’ ἐς τὰ δίκαια αὐτοὺς ἐγὼ προκαλούμενος ἔπειθον οὐδὲ χάρισιν ἐξήνυον. Ἴστε οὓς μεθῆκα ἀπαθεῖς, ἐλπίσας ἡμῖν τι παρ’ αὐτῶν ἔσεσθαι δίκαιον. Τῶνδε οὖν μοι σήμερον ἀθρόον ἀνενέγκατε καὶ τῆς ἐμῆς πρὸς ὑμᾶς, εἴ τι σύνιστέ μοι, κηδεμονίας ἢ πίστεως ἢ δωρεῶν μεγαλοφροσύνης.

Ἔστι δὲ οὐ δυσχερὲς νεοστρατεύτων καὶ ἀπειροπολέμων ἔτι πολυπόνους ἀγωνιστὰς περιγενέσθαι, ἄλλως τε καὶ μειρακιωδῶς ἐς ἀταξίαν καὶ δυσπείθειαν τοῦ στρατηγοῦ τραπέντων, ὃν ἐγὼ πυνθάνομαι δεδιότα καὶ ἄκοντα χωρεῖν ἐπὶ τὸ ἔργον, τύχῃ τε παρακμάζοντα ἤδη καὶ νωθῆ καὶ βραδὺν ἐς ἅπαντα γεγενημένον καὶ οὐδὲ στρατηγοῦντα ἔτι μᾶλλον ἢ στρατηγούμενον. Καὶ τάδε μοι περὶ μόνων ἐστὶ τῶν Ἰταλῶν, ἐπεὶ τῶν γε συμμάχων μηδὲ φροντίζετε μηδ᾽ ἐν λόγῳ τίθεσθε μηδὲ μάχεσθε ὅλως ἐκείνοις· ἀνδράποδα ταῦτ᾽ ἐστὶ Σύρια καὶ Φρύγια καὶ Λύδια, φεύγειν αἰεὶ καὶ δουλεύειν ἕτοιμα· οἷς ἐγὼ σαφῶς οἶδα, καὶ ὑμεῖς δὲ αὐτίκα ὄψεσθε, οὐδὲ Πομπήιον αὐτὸν τάξιν ἐγγυῶντα πολέμου.

 

(Appiano, Bellum civile 2.11.73-74)

 

2022 I anno