Contatore siti

2022 IV anno

Discorso di Marcio Coriolano contro la distribuzione di grano alla plebe e contro i tribuni della plebe   Ὁ μέντοι...

Discorso di Marcio Coriolano contro la distribuzione di grano alla plebe e contro i tribuni della plebe

 

Ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθ’ αὑτῶν, ἃ καλῶς μὲν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδ’ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλ’ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν. “Ἐπιδόσεις μὲν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθίζεσθαι ψηφιζομένους” ἔφη “παντελῶς ἐστιν εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὐτῶν ἐφοδιάζειν. Οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς, ἀλλ’ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες. Ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν· εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὐτῶν, ἀναίρεσιν οὖσαν τῆς ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς ὡς πρότερον οὔσης, ἀλλὰ δεδεγμένης τομήν, μηδέποτε συμφῦναι μηδ’ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταρασσομένους ὑπ’ ἀλλήλων ἐάσουσαν”.

Πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν ἀήττητον καὶ ἀκολάκευτον βοῶντας. Ἔνιοι δὲ τῶν πρεσβυτέρων ἠναντιοῦντο, προορώμενοι τὸ ἀποβησόμενον. Ἀπέβη δὲ χρηστὸν οὐδέν.

 

Plutarco

 

 

2022 IV anno