Contatore siti

Euripide, Elena, vv. 528-34

  (Parla Elena) ἥδ’ αὖ τάφου τοῦδ’ εἰς ἕδρας ἐγὼ πάλιν στείχω, μαθοῦσα Θεονόης φίλους λόγους, ἣ πάντ’ ἀληθῶς οἶδε·...

 

(Parla Elena)
ἥδ’ αὖ τάφου τοῦδ’ εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
ἣ πάντ’ ἀληθῶς οἶδε· φησὶ δ’ ἐν φάει
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
πορθμοὺς δ’ ἀλᾶσθαι μυρίους πεπλωκότα
ἐκεῖσε κἀκεῖσ’ οὐδ’ ἀγύμναστον πλάνοις,
ἥξειν <δ’> ὅταν δὴ πημάτων λάβῃ τέλος.

 

Menelao ed Elena
Cratere attico a figure rosse (440-430 a. C.)

 

Euripide, Elena, vv. 528-34