Contatore siti

Omero, Iliade, 3.395-405

Ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·                  395 καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν στήθεά θ’...


Ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·                  395
καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
στήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
“δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων                              400
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων,
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι;
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;”           405

Elena e Paride
Jacques-Louis David, 1788, olio su tela
Parigi, Museo del Louvre

Omero, Iliade, 3.395-405