Contatore siti

Omero, Odissea, 19.1-13

Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,             1 μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· “Τηλέμαχε,...

Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,             1
μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
“Τηλέμαχε, χρὴ τεύχε’ ἀρήϊα κατθέμεν εἴσω
πάντα μάλ’, αὐτὰρ μνηστῆρας μαλακοῖσ’ ἐπέεσσι        5
παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
«ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,
οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ’ ἀϋτμή.
πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων· 10
μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.»”

 

 

Lo sterminio dei pretendenti
Cratere a figure rosse, ca. 330 a.C., Parigi, Museo del Louvre

Omero, Odissea, 19.1-13