Contatore siti

Sofocle, Aiace 430-446

ΑΙ. Αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον                  430 τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς; Νῦν...

ΑΙ. Αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον                  430
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
Νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
ὅτου πατὴρ μὲν τῆσδ’ ἀπ’ Ἰδαίας χθονὸς
τὰ πρῶτα καλλιστεῖ’ ἀρίστεύσας στρατοῦ              435
πρὸς οἶκον ἧλθε πᾶσαν εὔκλειαν φέρων·
ἐγὼ δ’ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι.                            440
Καίτοι τοσοῦτον γ’ ἐξεπίστασθαι δοκῶ,
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
οὐκ ἄν τις αὔτ’ ἔμαρψεν ἄλλος ἀντ’ ἐμοῦ.
Νῦν δ’ αὔτ’ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας       445
ἔρπασαν, ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη.

 

 

 

Suicidio di Aiace
Illustrazione che riproduce una anfora greca a figure nere di Exekias (530-525 BC)

 

 

 

 

 

Sofocle, Aiace 430-446