Contatore siti

Sofocle, Filottete 628-644

ΦΙ. οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις;        ...

ΦΙ. οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου
ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς
δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις;                    630
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμ’ ἐχίδνης, ἥ μ’ ἔθηκεν ὧδ’ ἄπουν.
ἀλλ’ ἐστ’ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά. καὶ νῦν οἶδ’ ὁθούνεχ’ ἵξεται.
ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ                  635
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
ἴωμεν· ἥ τοι καίριος σπουδή, πόνου
λήξαντος, ὕπνον κἀνάπαυλαν ἤγαγεν.
ΝΕ. οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.                       640
ΦΙ. ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά.
ΝΕ. οἶδ’· ἀλλὰ κἀκείνοισι ταῦτ’ ἐναντία.
ΦΙ. οὐκ ἔστι λῃσταῖς πνεῦμ’ ἐναντιούμενον,

 

Filottete
Jean-Germain Drouais (1788)

Sofocle, Filottete 628-644