Contatore siti

2002 I anno

  Il figlio di Alcibiade difende la memoria del padre   Οἱ γὰρ τὸ πρῶτον ἐπιβουλεύσαντες τῷ δήμῳ καὶ καταστήσαντες...

 
Il figlio di Alcibiade difende la memoria del padre
 
Οἱ γὰρ τὸ πρῶτον ἐπιβουλεύσαντες τῷ δήμῳ καὶ καταστήσαντες τοὺς τετρακοσίους, ἐπειδὴ παρακαλούμενος ὁ πατὴρ οὐκ ἤθελεν γενέσθαι μετ’ αὐτῶν, ὁρῶντες αὐτὸν καὶ πρὸς τὰς πράξεις ἐρρωμένως ἔχοντα καὶ πρὸς τὸ πλῆθος πιστῶς διακείμενον, οὐχ ἡγοῦντ’ οὐδὲν οἷοί τ’ εἶναι κινεῖν τῶν καθεστώτων, πρὶν ἐκποδὼν ἐκεῖνος αὐτοῖς γένοιτο. Εἰδότες δὲ τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστ’ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια ϕαίνοιτ’ ἐξαμαρτάνων, τῶν δ’ ἄλλων εἴ τις τολμῴη τὸν δῆμον καταλύειν, ἀμϕοτέρας ταύτας συνθέντες τὰς αἰτίας εἰσήγγελλον εἰς τὴν βουλὴν, λέγοντες ὡς ὁ πατὴρ μὲν συνάγοι τὴν ἑταιρείαν ἐπὶ νεωτέροις πράγμασιν, οὗτοι δ’ ἐν τῇ Πουλυτίωνος οἰκίᾳ συνδειπνοῦντες τὰ μυστήρια ποιήσειαν. ’Ορθῆς δὲ τῆς πόλεως γενομένης διὰ τὸ μέγεθος τῶν αἰτιῶν καὶ διὰ ταχέων συλλεγείσης ἐκκλησίας οὕτω σαϕῶς ἐπέδειξεν αὐτοὺς ψευδομένους ὥστε παρὰ μὲν τῶν κατηγόρων ἡδέως ἂν ὁ δῆμος δίκην ἔλαβεν, τὸν δ’ εἰς Σικελίαν στρατηγὸν ἐχειροτόνησεν. Μετὰ δὲ ταῦθ’ ὁ μὲν ἐξέπλευσεν ὡς ἀπηλλαγμένος ἤδη τῆς διαβολῆς, οἱ δὲ συστήσαντες τὴν βουλὴν καὶ τοὺς ῥήτορας ὑϕ’ αὑτοῖς ποιησάμενοι πάλιν ἤγειρον τὸ πρᾶγμα καὶ μηνυτὰς εἰσέπεμπον. Καὶ τί δεῖ μακρολογεῖν; Οὐ γὰρ πρότερον ἐπαύσαντο, πρὶν τόν τε πατέρ’ ἐκ τοῦ στρατοπέδου μετεπέμψαντο καὶ τῶν ϕίλων αὐτοῦ τοὺς μὲν ἀπέκτειναν, τοὺς δ’ ἐκ τῆς πόλεως ἐξέβαλον.
 
Isocrates, De bigiis 5-7
 

2002 I anno