Contatore siti

2014 IV anno

Analisi dei fenomeni sismici τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς, ὅσοι μεγέθει τε ὑπερήρκασι καὶ ἐπὶ μήκιστον διικνοῦνται τῆς...

Analisi dei fenomeni sismici
τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς, ὅσοι μεγέθει τε ὑπερήρκασι καὶ ἐπὶ μήκιστον διικνοῦνται τῆς γῆς, προσημαίνειν ὁ θεὸς κατὰ τὰ αὐτὰ ὡς τὸ ἐπίπαν εἴωθεν· ἢ γὰρ ἐπομβρίαι συνεχεῖς ἢ αὐχμοὶ πρὸ τῶν σεισμῶν συμβαίνουσιν ἐπὶ χρόνον πλείονα, καὶ ὁ ἀὴρ παρὰ τὴν ἑκάστοτε τοῦ ἔτους ὥραν χειμῶνός τε γίνεται καυματωδέστερος καὶ ἐν θέρει μετὰ ἀχλύος μᾶλλον ὁ κύκλος παρέχεται τοῦ ἡλίου τὴν χρόαν παρὰ τὸ εἰωθὸς ἤτοι ἐς τὸ ἐρυθρότερον ἢ καὶ ἡσυχῇ ῥέπουσαν ἐς τὸ μελάντερον· τῶν τε ὑδάτων ὡς τὸ πολὺ ἐπιλείπουσιν αἱ πηγαί, καὶ ἀνέμων ἔστιν οἷς ἐνέπεσον ἐς τὴν χώραν ἐμβολαὶ περιτρέπουσαι τὰ δένδρα, καί που καὶ ἐν τῷ οὐρανῷ διαδρομαὶ σὺν πολλῇ τῇ φλογί, τὰ δὲ καὶ ἀστέρων ὤφθη σχήματα οὔτε ἐγνωσμένα ὑπὸ τῶν πρότερον καὶ μεγάλην τοῖς ὁρῶσιν ἐμποιοῦντα ἔκπληξιν, ἔτι δὲ καὶ τῆς γῆς κάτω πνευμάτων ὑπήχησις ἰσχυρά, ἄλλα τε πολλὰ ὁ θεὸς ἐπὶ τοῖς βιαίοις τῶν σεισμῶν ἐθέλει προενδείκνυσθαι· τῆς δὲ κινήσεως αὐτῆς καθέστηκεν οὐχ εἷς τρόπος, ἀλλ’ οἱ φροντίσαντες τὰ τοιαῦτα ἐξ ἀρχῆς καὶ οἱ παρ’ ἐκείνων διδαχθέντες ἰδέας καταμαθεῖν ἐδυνήθησαν τοσάσδε ἐπὶ τοῖς σεισμοῖς. ἠπιώτατος μέν ἐστιν αὐτῶν, ἢν δὴ ἐν κακῷ γε τοσούτῳ ῥᾳστώνην ἐνεῖναί τινα ἡγησώμεθα, ἐπειδὰν ὁμοῦ τῇ κινήσει τῇ ἀρξαμένῃ τὸ πρῶτον καὶ τῇ ἐς τὸ ἔδαφος τροπῇ τῶν οἰκοδομημάτων ἀντιστᾶσα ἐναντία κίνησις ἐξεγείρῃ τὰ ἤδη τραπέντα, –καὶ ἐν τῇ τοιᾷδε ἰδέᾳ τοῦ σεισμοῦ κίονας ὁρᾶν ἔστιν ἀνορθουμένους οἳ ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι, καὶ ὁπόσα διέστη τοίχων συνερχόμενα ἐς τὸ ἐξ ἀρχῆς· δοκοὶ δέ, ὅσας ἐκτὸς ὀλισθεῖν ἐποίησεν ἡ κίνησις, ἐπανίασιν αὖθις ἐς τὰς ἕδρας· ὡσαύτως δὲ καὶ ὀχετῶν κατασκευῆς καὶ εἰ δή τι ἄλλο ἐπὶ ὕδατος ῥοαῖς προάγει, καὶ τούτων συνδεῖ τὰ διεσπασμένα μᾶλλον ἢ ἀνθρώπων τεκτόνων·
 

2014 IV anno